Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.137 Joseph. AJ 7.142 (English) >>Joseph. AJ 7.146

7.140ἰδόντες δὲ αὐτοὺς οἱ σὺν τῷ Οὐρίᾳ πάντες ἀνεχώρησαν ὀπίσω, καθὼς Ἰώαβος αὐτοῖς προεῖπεν· αἰσχυνθεὶς δʼ Οὐρίας φυγεῖν καὶ τὴν τάξιν καταλιπεῖν ὑπέμεινε τοὺς πολεμίους· καὶ τὴν ὁρμὴν αὐτῶν ἐκδεξάμενος ἀναιρεῖ μὲν οὐκ ὀλίγους, κυκλωθεὶς δὲ καὶ ληφθεὶς ἐν μέσῳ ἅμα δʼ αὐτῷ τινες καὶ ἄλλοι τελευτᾷ συγκαταπεσόντων ἑτέρων. 7.141

Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν, προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη· προστιθέναι δὲ τούτοις ἂν ὀργιζόμενον ἐπʼ αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον. 7.142τοῦ δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτʼ ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον, ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν· 7.143οὗ μνημονεύοντας ἔδει μὴ προσιέναι τῷ τείχει τῶν πολεμίων· ἄριστον γὰρ ἁπάντων τῶν ἐν πολέμῳ πραχθέντων καὶ καλῶς καὶ ὡς ἑτέρως ἐνίοις αὐτοῖς κινδύνοις μνήμην ἔχειν, ὡς τὰ μὲν μιμεῖσθαι τὰ δὲ φυλάττεσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.137 Joseph. AJ 7.142 (English) >>Joseph. AJ 7.146

Powered by PhiloLogic